Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.81 Dem. 24.84 (English) >>Dem. 24.87

24.83διαφέρει δὲ τί; εἰ μὲν ἔγραψε καθιστάναι τοὺς ἐγγυητὰς μὴν ἐκτείσειν τὸ τίμημα τὸ γιγνόμενον, προσπεριειλήφει τοὺς νόμους ἂν καθʼ οὓς τὰ μὲν διπλᾶ, τὰ δὲ καὶ δεκαπλᾶ γίγνεται τῶν ὀφλημάτων· ὥστʼ ἐκ τούτων ἦν ἀνάγκη τοῖς ὀφλοῦσιν τὸ γεγραμμένον τʼ ἐκτίνειν καὶ τὰς ἐκ τῶν νόμων προσούσας ζημίας καταβάλλειν. νῦν δʼ ἐν τῷ γράψαιτὴν κατάστασιν εἶναι τῶν ἐγγυητῶν μὴν ἐκτείσειν τὸ ἀργύριον ὦφλεν,” ἐκ τῆς λήξεως καὶ τῶν γραμμάτων ἐφʼ οἷς ἕκαστος εἰσήχθη ποιεῖ τὴν ἔκτισιν, ἐν οἷς πᾶσιν ἁπλοῦν τις ὦφλεν ἀργύριον γέγραπται.

24.84μετὰ ταῦτα τοίνυν τηλικοῦτο πρᾶγμʼ ἀνελὼν ἐν τῇ τῶν ῥημάτων μεταθέσει, προσέγραψεντοὺς δὲ προέδρους ἐπιχειροτονεῖν ἐπάναγκες, ὅταν τις καθιστάναι βούληται,” παρὰ πάντα τὸν νόμον οἰόμενος δεῖν σῴζειν τὸν ἠδικηκότα καὶ τὸν ἐν ὑμῖν ἑαλωκότα. δοὺς γὰρ ὅταν βούληται τὴν κατάστασιν αὐτῷ τῶν ἐγγυητῶν, ἐπʼ ἐκείνῳ πεποίηκεν μηδέποτʼ ἐκτεῖσαι μηδὲ δεθῆναι. 24.85τίς γὰρ οὐ ποριεῖται φαύλους ἀνθρώπους, οὓς ὅταν ὑμεῖς ἀποχειροτονήσητʼ ἀπηλλάξεται; ἐὰν γάρ τις ὡς οὐ καθιστάντα τοὺς ἐγγυητὰς ἀξιοῖ δεδέσθαι, φήσει καὶ καθιστάναι καὶ καταστήσειν, καὶ δείξει τὸν τούτου νόμον, ὃς καθιστάναι μὲν ὅταν βούληται κελεύει, φυλάττειν δὲ τέως οὐ λέγει, οὐδʼ, ἂν ἀποχειροτονήσηθʼ ὑμεῖς τοὺς ἐγγυητάς, προστάττει δεδέσθαι, ἀλλʼ ὡς ἀληθῶς ὥσπερ ἀλεξιφάρμακόν ἐστι τοῖς ἀδικεῖν βουλομένοις.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.81 Dem. 24.84 (English) >>Dem. 24.87

Powered by PhiloLogic